1 Ἐκ δὲ τοῦ τετάρτου ὄρους τοῦ ἔχοντος βοτάνας πολλάς , τὰ μὲν ἐπάνω τῶν βοτανῶν χλωρά , τὰ δὲ πρὸς ταῖς ῥίζαις ξηρά , τινὲς δὲ καὶ ἀπὸ τοῦ ἡλίου ξηραινόμεναι , οἱ πιεστεύσαντες τοιοῦτοί εἰσιν · οἱ μὲν δίψυχοι , οἱ δὲ τὸν κύριον ἔχοντες . 2 διὰ τοῦτο τὰ θεμέλια αὐτῶν ξηρά ἐστι καὶ δύναμιν μὴ ἔχοντα , καὶ τὰ ῥήματα αὐτῶν μόνα ζῶσι , τὰ δὲ ἔργα αὐτῶν νεκρά ἐστιν . οἱ τοιοῦτοι οὔτε ζῶσιν οὔτε τεθνήκασιν . ὅμοιοι οὖν εἰσὶ τοῖς διψύχοις · καὶ γὰρ οἱ δίψυχοι οὔτε χλωροί εἰσιν οὔτε ξηροί · οὔτε γὰρ ζῶσιν οὔτε τεθνήκασιν . 3 ὥσπερ γὰρ αὗται αἱ βοτάναι ἥλιον ἰδοῦσαι ἐξηράνθησαν , οὕτω καὶ οἱ δίψυχοι , ὅταν θλῖψιν ἀκούσωσι , διὰ τὴν δειλίαν αὐτῶν εἰδωλολατροῦσι καὶ τὸ ὄνομα ἐπαισχύνονται τοῦ κυρίου αὐτῶν . 4 οἱ τοιοῦτοι οὖν οὔτε ζῶσιν οὔτε τεθνήκασιν . ἀλλὰ καὶ οὗτοι ἐὰν ταχὺ μετανοήσωσιν , δυνήσονται ζῆσαι · ἐὰν δὲ μὴ μετανοήσωσιν , ἤδη παραδεδομένοι εἰσὶ ταῖς γυναιξὶ ταῖς ἀποφερομέναις τὴν ζωὴν αὐτῶν .