Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 29

1  Ἐκ δὲ τοῦ ὄρους τοῦ δωδεκάτου τοῦ λευκοῦ οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν · ὡς νήπια βρέφη εἰσίν , οἷς οὐδεμία κακία ἀναβαίνει ἐπὶ τὴν καρδίαν οὐδὲ ἔγνωσαν , τί ἐστι πονηρία , ἀλλὰ πάντοτε ἐν νηπιότητι διέμειναν . 2  οἱ τοιοῦτοι οὖν ἀδιστάκτως κατοικήσουσιν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ , ὅτι ἐν οὐδενὶ πράγματι ἐμίαναν τὰς ἐντολὰς τοῦ θεοῦ , ἀλλὰ μετὰ νηπιότητος διέμειναν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν ἐν τῇ αὑτῇ φρονήσει . 3  ὅσοι οὖν διαμενεῖτε , φησί , καὶ ἔσεσθε ὡς τὰ βρέφη , κακίαν μὴ ἔχοντες , πάντων τῶν προειρημένων ἐνδοξότεροι ἔσεσθε · πάντα γὰρ τὰ βρέφη ἔνδοξά ἐστι παρὰ τῷ θεῷ καὶ πρῶτα παρ᾿ αὐτῷ . μακάριοι οὖν ὑμεῖς , ὅσοι ἄν ἄρνητε Ἀφ᾿ ἑαυτῶν τὴν πονηρίαν , ἐνδύσησθε δὲ τὴν ἀκακίαν · πρῶτοι πάντων ζήσεσθε τῷ θεῷ .

4  Μετὰ τὸ συντελέσαι αὐτὸν τὰς παραβολὰς τῶν ὀρέων λέγω αὐτῷ · Κύριε , νῦν μοι δήλωσον περὶ τῶν λίθων τῶν ἠρμένων ἐκ τοῦ πεδίου καὶ εἰς τὴν οἰκοδομὴν τεθειμένων ἀντὶ τῶν λίθων τῶν ἠρμένων ἐκ τοῦ πύργου , καὶ τῶν στρογγύλων τῶν τεθέντων εἰς τὴν οἰκοδομήν , καὶ τῶν ἔτι στρογγύλων ὄντων .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era