1 Καὶ ἰδοὺ μετὰ μικρὸν βλέπω παράταξιν πολλῶν ἀνδρῶν ἐρχομένων · καὶ εἰς τὸ μέσον ἀνήρ τις ὑψηλὸς τῷ μεγέθει , ὥστε τὸν πύργον ὑπερέχειν . 2 καὶ οἱ ἓξ ἄνδρες οἱ εἰς τὴν οἰκοδομὴν ἐφεστῶτες ἐκ δεξιῶν τε καὶ ἀριστερῶν περιεπάτησαν μετ᾿ αὐτοῦ , καὶ πάντες οἱ εἰς τὴν οἰκοδομὴν ἐργασάμενοι μετ᾿ αὐτοῦ ἦσαν καὶ ἕτεροι πολλοὶ κύκλῳ αὐτοῦ ἔνδοξοι . αἱ δὲ παρθένοι αἱ τηροῦσαι τὸν πύργον προσδραμοῦσαι κατεφίλησαν αὐτὸν καὶ ἤρξαντο ἐγγὺς αὐτοῦ περιπατεῖν κύκλῳ τοῦ πύργου . 3 κατενόει δὲ ὁ ἀνὴρ ἐκεῖνος τὴν οἰκοδομὴν ἀκριβῶς , ὥστε αὐτὸν καθ᾿ ἕνα λίθον ψηλαφᾶν . κρατῶν δέ τινα ῥάβδον τῇ χειρὶ κατὰ ἕνα λίθον τῶν ᾠκοδομημένων ἔτυπτε . 4 καὶ ὅταν ἐπάτασσεν , ἐγένοντο αὐτῶν τινὲς μέλανες ὡσεὶ ἀσβόλη , τινὲς δὲ ἐψωριακότες , τινὲς δὲ σχισμὰς ἔχοντες , τινὲς δὲ κολοβοί , τινὲς δὲ οὔτε λευκοὶ οὔτε μέλανες , τινὲς δὲ τραχεῖς καὶ μὴ συμφωνοῦντες τοῖς ἑτέροις λίθοις , τινὲς δὲ σπίλους πολλοὺς ἔχοντες · αὗται ἦσαν αἱ ποικιλίαι τῶν λίθων τῶν σαπρῶν εὑρεθέντων εἰς τὴν οἰκοδομήν . 5 ἐκέλευσεν οὖν πάντας τούτους ἐκ τοῦ πύργου μετενεχθῆναι καὶ τεθῆναι παρὰ τὸν πύργον καὶ ἑτέρους ἐνεχθῆναι λίθους καὶ ἐμβληθῆναι εἰς τὸν τόπον αὐτῶν . 6 καὶ ἐπηρώτησαν αὐτὸν οἱ οἰκοδομοῦντες , ἐκ τίνος ὄρους θέλῃ ἐνεχθῆναι λίθους καὶ ἐμβληθῆναι εἰς τὸν τόπον αὐτῶν . καὶ ἐκ μὲν τῶν ὀρέων οὐκ ἐκέλευσεν ἐνεχθῆναι , ἐκ δέ τινος πεδίου ἐγγὺς ὄντος ἐκέλευσεν ἐνεχθῆναι . 7 καὶ ὠρύγη τὸ πεδίον , καὶ εὑρέθησαν λίθοι λαμπροὶ τετράγωνοι , τινὲς δὲ καὶ στρογγνυλοι . ὅσοι δέ ποτε ἦσαν λίθοι ἐν τῷ πεδίῳ ἐκείνῳ , πάντες ἠνέχθησαν καὶ διὰ τῆς πύλης ἐβαστάζοντο ὑπὸ τῶν παρθένων . 8 καὶ ἐλτομήθησαν οἱ τετράγωνοι λίθοι καὶ ἐτέθησαν εἰς τὸν τόπον τῶν ἠρμένων · οἱ δὲ στρογγύλοι οὐκ ἐτέθησαν εἰς τὴν οἰκοδομήν , ὅτι σκληροὶ ἦσαν εἰς τὸ λατομηθῆναι αὐτοὺς καὶ βραδέως ἐγένοντο . ἐτέθησαν δὲ παρὰ τὸν πύργον , ὡς μελλόντων αὐτῶν λατομεῖσθαι καὶ τίθεσθαι εἰς τὴν οἰκοδομήν · λίαν γὰρ λαμπροὶ ἦσαν .