1 Μετὰ τὸ γράψαι με τὰς ἐντολὰς καὶ παραβολὰς τοῦ ποιμένος , τοῦ ἀγγέλου τῆς μετανοίας . ἦλθε πρός με καὶ λέγει μοι · Θέλω σοὶ δεῖξαι , ὅσα σοὶ ἔδειξε τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλῆσαν μετὰ σοῦ ἐν μορφῇ τῆς Ἐκκλησίας · ἐκεῖνο γὰρ τὸ πνεῦμα ὁ υἱὸς τοῦ θεοῦ ἐστιν . 2 ἐπειδὴ γὰρ ἀσθενέστερος τῇ σαρκὶ ἦς , οὐκ ἐδηλώθη σοὶ δι᾿ ἀγγέλου . ὅτε οὖν ἐνεδυναμώθης διὰ τοῦ πνεύματος καὶ ἴσχυσας τῇ ἰσχύϊ σου , ὥστε δύνασθαί σὲ καὶ ἄγγελον ἰδεῖν , τότε μὲν οὖν ἐφανερώθη σοὶ διὰ τῆς Ἐκκλησίας ἡ οἰκοδομὴ τοῦ πύργου · καλῶς καὶ σεμνῶς πάντα ὡς ὑπὸ παρθένου ἑώρακας . νῦν δὲ ὑπὸ ἀγγέλου βλέπεις διὰ τοῦ αὐτοῦ μὲν πνεύματος · 3 δεῖ δέ σὲ παρ᾿ ἐμοῦ ἀκριβέστερον πάντα μαθεῖν . εἰς τοῦτο γὰρ καὶ ἐδόθην ὑπὸ τοῦ ἐνδόξου ἀγγέλου εἰς τὸν οἶκόν σου κατοικῆσαι , ἵνα δυνατῶς πάντα ἴδῃς , ἐταπεινοφρονεῖτε δειλαινόμενος καὶ ὡς τὸ πρότερον . 4 καὶ ἀπήγαγέ με εἰς τὴν Ἀρκαδίαν , εἰς ὄρος τι μαστῶδες καὶ ἐκάθισέ με ἐπὶ τὸ ἄκρον τοῦ ὄρους καὶ ἔδειξέ μοι πεδίον μέγα , κύκλῳ δὲ τοῦ πεδίου ὄρη δώδεκα , ἄλλην καὶ ἄλλην ἰδέαν ἔχοντα τὰ ὄρη δώδεκα , ἄλλην καὶ ἄλλην ἰδέαν ἔχοντα τὰ ὄρη . 5 τὸ πρῶτον ἦν μέλαν ὡς ἀσβόλη · τὸ δὲ δεύτερον ψιλόν , βοτάνας μὴ ἔχον · τὸ δὲ τρίτον ἀκανθῶν καὶ τριβόλων πλῆρες · 6 τὸ δὲ τέταρτον βοτάνας ἔχον ἡμιξήρους , τὰ μὲν ἐπάνω τῶν βοτανῶν χλωρά , τὰ δὲ πρὸς ταῖς ῥίζαις ξηρά · τινὲς δὲ βοτάναι , ὅταν ὁ ἥλιος ἐπικεκαύκει , ξηραὶ ἐγίνοντο · 7 τὸ δὲ πέμπτον ὄρος ἔχον βοτάνας χλωρὰς καὶ τραχὺ ὄν . τὸ δὲ ἕκτον ὄρος σχισμῶν ὅλως ἔγεμεν , ὧν μὲν μικρῶν , ὧν δὲ μεγάλων · εἶχον δὲ βοτάνας αἱ σχισμαί , οὐ λίαν δὲ ἦσαν εὐθαλεῖς αἱ βοτάναι , μᾶλλον δὲ ὡς μεμαραμμέναι ἦσαν . 8 τὸ δὲ ἕβδομον ὄρος εἶχε βοτάνας ἱλαράς , καὶ ὅλον τὸ ὄρος εὐθηνοῦν ἦν , καὶ πᾶν γένος κτηνῶν καὶ ὀρνέων ἐνέμοντο εἰς τὸ ὄρος ἐκεῖνο · καὶ ὅσον ἐβόσκοντο τὰ κτήνη καὶ τὰ πετεινά , μᾶλλον καὶ μᾶλλον αἱ βοτάναι τοῦ ὄρους ἐκείνου ἔθαλλον . τὸ δὲ ὄγδοον ὄρος πηγῶν πλῆρες ἦν , καὶ πᾶν γένος τῆς κτίσεως τοῦ κυρίου ἐποτίζοντο ἐκ τῶν πηγῶν τοῦ ὄρους ἐκείνου . 9 τὸ δὲ ἔννατον ὀρος ὅλως ὕδωρ οὐκ εἶχεν καὶ ὅλον ἐρημῶδες ἦν . εἶχε δὲ ἐν αὐτῷ θηρία καὶ ἑρπετὰ θανάσιμα διαφθείροντα ἀνθρώπους . τὸ δὲ δέκατον ὄρος εἶχε δένδρα μέγιστα καὶ ὅλον κατάσκιον ἦν , καὶ ὑπὸ τὴν σκέπην τῶν δένδρων πρόβατα κατέκειντο ἀναπαυόμενα καὶ μαρυκώμενα . 10 τὸ δὲ ἑνδέκατον ὄρος λίαν σύνδενδρον ἦν , καὶ τὰ δένδρα ἐκεῖνα κατάκαρπα ἦν , ἄλλοις καὶ ἄλλοις καρποῖς κεκοσμημένα , ἵνα ἰδών τις αὐτὰ ἐπιθυμήσῃ φαγεῖν ἐκ τῶν καρπῶν αὐτῶν . τὸ δὲ δωδέκατον ὄρος ὅλον ἦν λευκόν , καὶ ἡ πρόσοψις αὐτοῦ ἱλαρὰ ἦν · καὶ εὐπρεπέστατον ἦν ἐν αὑτῷ τὸ ὄρος .