1 Καθήμενος ἐν τῷ οἴκῳ μου καί δοξάζων τὸν κύριον περὶ πάντων ὧν ἑωράκειν καὶ συζητῶν περὶ τῶν ἐντολῶν , ὅτι καλαὶ καὶ δυναταὶ καὶ ἱλαραὶ καὶ ἔνδοξοι καὶ δυνάμεναι σῶσαι ψυχὴν ἀνθρώπου , ἔλεγον ἐν ἐμαυτῷ · Μακάριος ἔσομαι , ἐὰν ταῖς ἐντολαῖς ταύταις πορπορευθῶ , καὶ ὃς ἄν ταύταις πορπορευθῇ , μακάριος ἔσται . 2 ὡς ταῦτα ἐν ἐμαυτῷ ἐλάλουν , βλέπω αὐτὸν ἐξαίφνης παρακαθήμενόν μοι καὶ λέγοντα ταῦτα · Τί διψυχεῖς περὶ τῶν ἐντολῶν ὧν σοὶ ἐνετειλάμην ; καλαί εἰσιν · ὅλως μὴ διψυχήσῃς , ἀλλ᾿ ἔνδυσαι τὴν πίστιν τοῦ κυρίου , καὶ ἐν αὐταῖς πορεύσῃ · ἐγὼ γάρ σὲ ἐνδυναμώσω ἐν αὐταῖς . 3 αὗται αἱ ἐντολαὶ σύμφοροί εἰσι τοῖς μέλλουσι μετανοεῖν · ἐὰν γὰρ μὴ πορπορευθῶσιν ἐν αὐταῖς , εἰς μάτην ἐστὶν ἡ μετάνοια αὐτῶν . 4 οἱ οὖν μετανοοῦντες ἀποβάλλετε τὰς πονηρίας τοῦ αἰῶνος τούτου τὰς ἐκτριβούσας ὑμᾶς · ἐνδυσάμενοι δὲ πᾶσαν ἀρετὴν δικαιοσύνης δυνήσεσθε τηρῆσαι τὰς ἐντολὰς ταύτας καὶ μηκέτι προστιθέναι ταῖς ἁμαρτίαις ὑμῶν . πορεύεσθε οὖν ταῖς ἐντολαῖς μου ταύταις , καὶ ζήσεσθε τῷ θεῷ . ταῦτα πάντα παρ᾿ ἐμοῦ λελάληται ὑμῖν . 5 καὶ μετὰ τὸ ταῦτα λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ , λέγει μοι · Ἄγωμεν εἰς ἀγρόν , καὶ δείξω σοὶ τοὺς ποιμένας τῶν προβάτων . Ἄγωμεν , φημί , κύριε . καὶ ἤλθομεν εἴς τι πεδίον , καὶ δεικνύει μοι ποιμένα νεανίσκον ἐνδεδυμένον σύνθεσιν ἱματίων τῷ χρώματι κροκώδη . 6 ἔβοσκε δὲ πρόβατα πολλὰ λίαν , καὶ τὰ πρόβατα ταῦτα ὡσεὶ τρυφῶντα ἦν καὶ λίαν σπαταλῶντα καὶ ἱλαρὰ ἦν σκιρτῶντα ὧδε κἀκεῖσε · καὶ αὐτὸς ὁ ποιμὴν πάνυ ἱλαρὸς ἦν ἐπὶ τῷ ποιμνίῳ αὐτοῦ · καὶ αὐτὴ ἡ ἰδέα τοῦ ποιμένος ἱλαρὰ ἦν λίαν , καὶ ἐν τοῖς προβάτοις περιέτρεχε .