1 Οἱ δὲ ἐκ τοῦ ὄρους τοῦ ἕκτου τοῦ ἔχοντος σχισμὰς μεγάλας καὶ μικρὰς καὶ ἐν ταῖς σχισμαῖς βοτάνας μεμαραμμένας πιστεύσαντες τοιοῦτοί εἰσιν . 2 οἱ μὲν τὰς σχισμὰς τὰς μικρὰς ἔχοντες , οὗτοί εἰσιν οἱ κατ᾿ ἀλλήλων ἔχοντες , καὶ ἀπὸ τῶν καταλαλιῶν ἑαυτῶν μεμαραμμένοι εἰσὶν ἐν τῇ πίστει · ἀλλὰ μετενόησαν ἐκ τούτων πολλοί . καὶ οἱ λοιποὶ δὲ μετανοήσουσιν , ὅταν ἀκούσωσί μου τὰς ἐντολάς · μικραὶ γὰρ αὐτῶν εἰσιν αἱ καταλαλιαί , καὶ ταχὺ μετανοήσουσιν . 3 οἱ δὲ μεγάλας ἔχοντες σχισμάς , οὗτοι παράμονοί εἰσι ταῖς καταλαλιαῖς αὐτῶν καὶ μνησίκακοι γίνονται μηνιῶντες ἀλλήλοις · οὗτοι οὖν ἀπὸ τοῦ πύργου ἀπερρίφησαν καὶ ἀπεδοκιμάσθησαν τῆς οἰκοδομῆς αὐτοῦ . οἱ τοιοῦτοι οὖν δυσκόλως ζήσονται . 4 εἰ ὁ θεὸς καὶ ὁ κύριος ἡμῶν ὁ πάντων κυριεύων καὶ ἔχων πάσης τῆς κτίσεως αὐτοῦ τὴν ἐξουσίαν οὐ μνησικακεῖ τοῖς ἐξομολογουμένοις τὰς ἁμαρτίας αὐτῶν , ἀλλ᾿ ἵλεως γίνεται , ἄνθρωπος φθαρτὸς ὢν καὶ πλήρης ἁμαρτιῶν ἀνθρώπῳ μνησικακεῖ ὡς δυνάμενος ἀπολέσαι ἢ σῶσαι αὐτόν ; 5 λέγω δὲ ὑμῖν , ὁ ἄγγελος τῆς μετανοίας · ὅσοι ταύτην ἔχετε τὴν αἵρεσιν ἀπόθεσθε αὐτὴν καὶ μετανήσατε , καὶ ὁ κύριος ἰάσεται ὑμῶν τὰ πρότερα ἁμαρτήματα , ἐὰν καθαρίσητε ἑαυτοὺς ἀπὸ τούτου τοῦ δαιμονίου · εἰ δὲ μή , παραδοθήσεσθε αὐτῷ εἰς θάνατον .