1 Οἱ δὲ ἐπιδεδωκότες τὰς ῥάβδους τὰ μὲν δύο μέρη ξηρά , τὸ δὲ τρίτον χλωρόν , οὗτοί εἰσι πιστοὶ μὲν γεγονότες , πλουτήσαντες δὲ καὶ γενόμενοι ἔνδοξοι παρὰ τοῖς ἔθνεσιν · ὑπερηφανίαν μεγάλην ἐνεδύσαντο καὶ ὑψηλόφρονες ἐγένοντο καὶ κατέλιπον τὴν ἀλήθειαν καὶ οὐκ ἐκολλήθησαν τοῖς δικαίοις , ἀλλὰ μετὰ τῶν ἐθνῶν συνέζησαν , καὶ αὕτη ἡ ὁδὸς ἡδυτέρα αὐτοῖς ἐγένετο · ἀπὸ δὲ τοῦ θεοῦ οὐκ ἀπέστησαν , ἀλλ᾿ ἐνέμειναν τῇ πίστει , μὴ ἐργαζόμενοι τὰ ἔργα τῆς πίστεως . 2 πολλοὶ οὖν ἐξ αὐτῶν μετενόησαν , καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἐν τῷ πύργῳ . 3 ἕτεροι δὲ εἰς τέλος μετὰ τῶν ἐθνῶν συζῶντες καὶ φθειρόμενοι ταῖς κενοδοξίαις τῶν ἐθνῶν ἀπέστησαν ἀπὸ τοῦ θεοῦ καὶ ἔπραχαν τὰς πράξεις τῶν ἐθνῶν . οὗτοι μετὰ τῶν ἐθνῶν ἐλογίσθησαν . 4 ἕτεροι δὲ ἐξ αὐτῶν ἐδιψύχησαν μὴ ἐλπίζοντες σωθῆναι διὰ τὰς πράξεις , ἃς ἔπραξαν · ἕτεροι δὲ ἐδιψύχησαν καὶ σχίσματα ἐν ἑαυτοῖς ἐποίησαν , τούτοις οὖν τοῖς διψυχήσασι διὰ τὰς πράξεις αὐτῶν μετάνοια ἔτι ἐστίν ἀλλ᾿ ἡ μετάνοια αὐτῶν ταχινὴ ὀφείλει εἶναι , ἵνα ἡ κατοικία αὐτῶν γένηται εἰς τὸν πύργον τῶν δὲ μὴ μετανοούντων , ἀλλ᾿ ἐπιμενόντων ταῖς ἡδοναῖς , ὁ θάνατος ἐγγύς .