1 Ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα , ἀδελφοί , στοιχοῦντας τῷ κατὰ τὸ εὐαγγέλιον λόγῳ Ἰησοῦ χριστοῦ , μεθ᾿ οὗ δόξα τῷ θεῷ καὶ πατρὶ καὶ ἁγίῳ πνεύματι , ἐπὶ σωτηρίᾳ τῇ τῶν ἁγίων ἐκλεκτῶν , καθὼς ἐμαρτύρησεν ὁ μακάριος Πολύκαρπος , οὗ γένοιτο ἐν τῇ βασιλείᾳ Ἰησοῦ χριστοῦ πρὸς τὰ ἴχνη εὑρεθῆναι ἡμᾶς .
2 Ταῦτα μετεγράψατο μὲν Γάϊος ἐκ τῶν Εἰρηναίου , μαθητοῦ τοῦ Πολυκάρπου , ὃς καὶ συνεπολιτεύσατο τῷ Εἰρηναίῳ . ἐγὼ δὲ Σωκράτης ἐν Κορίνθῳ ἐκ τῶν Γαΐου ἀντιγράφων ἔγραψα . ἡ χάρις μετὰ πάντων .
3 Ἐγὼ δὲ πάλιν Πιόνιος ἐκ τοῦ προγεγραμμένου ἔγραψα ἀναζητήσας αὐτά , κατὰ ἀποκάλυψιν φανερώσαντός μοι τοῦ μακαρίου Πολυκάρπου , καθὼς δηλώσω ἐν τῷ καθεξῆς , συναγαγὼν αὐτὰ ἤδη σχεδὸν ἐκ τοῦ χρόνου κεκμηκότα , ἵνα κἀμὲ συναγάγῃ ὁ κύριος Ἰησοῦς Χριστὸς μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰς τὴν οὐράνιον βασιλείαν αὐτοῦ , ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων . ἀμήν .