1 Ἐπεὶ δὲ ποτε κατέπαυσεν τὴν προσευχήν , μνημονεύσας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκότων αὐτῷ , μικρῶν τε καὶ μεγάλων , ἐνδόξων τε καὶ ἀδόξων καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας , τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι , ὄνῳ καθίσαντες αὐτὸν ἤγαγον εἰς τὴν πόλιν , ὄντος σαββάτου μεγάλου . 2 καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρχος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης , οἳ καὶ μεταθέντες αὐτὸν ἐπὶ τὴν καροῦχαν ἔπειθον παρακαθεζόμενοι καὶ λέγοντες · Τί γὰρ κακόν ἐστιν εἰπεῖν · Κύριος καῖσαρ , καὶ ἐπιθῦσαι καὶ τὰ τούτοις ἀκόλουθα καὶ διασώζεσθαι ; ὁ δὲ τὰ μὲν πρῶτα οὐκ ἀπεκρίνατο αὐτοῖς , ἐπιμενόντων δὲ αὐτῶν ἔφη · Οὐ μέλλω ποιεῖν , ὃ συμβουλεύετέ μοι . 3 οἱ δὲ ἀποτυχόντες τοῦ πεῖσαι αὐτὸν δεινὰ ῥήματα ἔλεγον αὐτῷ καὶ μετὰ σπουδῆς καθῄρουν αὐτόν , ὡς κατιόντα ἀπὸ τῆς καρούχας ἀποσῦραι τὸ ἀντικνήμιον . καὶ μὴ ἐπιστραφείς , ὡς οὐδὲν πεπονθὼς προθύμως μετὰ σπουδῆς πορἐπορεύετο , ἀγόμενος εἰς τὸ στάδιον , θορύβου τηλικούτου ὄντος ἐν τῷ σταδίῳ ὡς μηδὲ ἀκουσθῆναί τινα δύνασθαι .