Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 18

The example of David

1  Τί δὲ εἴπωμεν ἐπὶ τῷ μεμαρτυρημένῳ Δαυείδ ; ἐφ᾿ οὗ εἶπεν θεός · Εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου , Δαυείδ τὸν τοῦ Ἰεσσαί , ἐν ἐλέει αἰωνίῳ ἔχρισα αὐτόν . 2  ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θεόν · Ἐλέησόν με , θεός , κατὰ τὸ μέγα ἔλεός σου , καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου . 3  ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου , καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με · ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω , καὶ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶν διαπαντός . 4  σοὶ μόνῳ ἥμαρτον , καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα , ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου , καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σὲ . 5  ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην , καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με μήτηρ μου . 6  ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας · τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 7  ῥαντιεῖς με ὑσσώπῳ , καὶ καθαρισθήσομαι · πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 8  ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην . ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα . 9  ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου , καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον . 10  καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί , θεός , καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου . 11  μὴ ἀπορίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ . 12  ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου , καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με . 13  διδάξω ἀνόμους τὰς ὁδούς σου , καὶ ἀσεβεῖς ἐπιστρέψουσιν ἐπὶ σέ . 14  ῥῦσαί με ἐξ αἱμάτων , θεός , θεὸς τῆς σωτηρίας μου . 15  ἀγαλλιάσεται γλῶσασά μου τὴν δικαιοσύνην σου . κύριε , τὸ στόμα μου ἀνοίξεις , καὶ τὰ χείλη μου ἀναγγελεῖ τὴν αἴνεσίν σου . 16  ὅτι εἰ ἠθέλησας θυσίαν , ἔδωκα ἄν · ὁλοκαυτώματα οὐκ εὐδοκήσεις . 17  θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον · καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην θεὸς οὐκ ἐξουθενώσει .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era