Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 17

The examples of Elijah, Elisha, Ezekiel, Job, and Moses

1  Μιμηταὶ γενώμεθα κἀκείνων , οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ χριστοῦ · λέγομεν δὲ Ἠλίαν καὶ Ἐλισαιέ , ἔτι δὲ καὶ Ἰεζεκιήλ , τοὺς προφήτας · πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους . 2  ἐμαρτυρήθη μεγάλως Ἀβραὰμ καί φίλος προσηγορεύθη τοῦ θεοῦ , καὶ λέγει ἀτενίζων εἰς τὴν δόξαν τοῦ θεοῦ ταπεινοφρονῶν · Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός . 3  ἔτι δὲ καὶ περὶ Ἰὼβ οὕτως γέγραπται · Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος , ἀληθινός , θεοσεβής , ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ . 4  ἀλλ᾿ αὐτὸς ἑαυτοῦ κατηγορεῖ λέγων · Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου , οὐδ᾿ ἄν μιᾶς ἡμέρας ζωὴ αὐτοῦ . 5  Μωϋσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ἐκλήθη , καὶ διὰ τῆς ὑπηρεσίας αὐτοῦ ἔκρινεν θεὸς Αἴγυπτον διὰ τῶν μαστίγων καὶ τῶν αἰκισμάτων αὐτῶν · ἀλλὰ κἀκεῖνος δοξασθεὶς μεγάλως οὐκ ἐμεγαλορημόνησεν , ἀλλ᾿ εἶπεν ἐκ τῆς βάτου χρηματισμοῦ αὐτῷ διδομένου · Τίς εἰμι ἐγώ , ὅτι με πέμπεις ; Ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος . 6  καὶ πάλιν λέγει · Ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ κύθρας .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era