God does not need anything from us but a contrite heart
1 Ἀπροσδεής , ἀδελφοί , ὁ δεσπότης ὑπάρχει τῶν ἁπάντων · οὐδὲν οὐδενὸς χρῄζει εἰ μὴ τὸ ἐξομολογεῖσθαι αὐτῷ . 2 φησὶν γὰρ ὁ ἐκλεκτὸς Δαυείδ · Ἐξομολογήσομαι τῷ κυρίῳ , καὶ ἀρέσει αὐτῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς · ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν . 3 καὶ πάλιν λέγει · Θῦσον τῷ θεῷ . θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου · καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου , καὶ ἐξελοῦμαί σὲ , καὶ δοξάσεις με . 4 θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον .