Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 51

Let us repent and end our division

1  Ὅσα οὖν παρεπέσαμεν καὶ ἐποιήσαμεν διά τινας παρεμπτώσεις τοῦ ἀντικειμένου , ἀξιώσωμεν ἀφεθῆναι ἡμῖν . καὶ ἐκεῖνοι δέ , οἵτινες ἀρχηγοὶ στάσεως καὶ διχοστασίας ἐγενήθησαν , ὀφείλουσιν τὸ κοινὸν τῆς ἐλπίδος σκοπεῖν . 2  οἱ γάρ μετὰ φόβου καὶ ἀγάπης πολιτευόμενοι ἑαυτοὺς θέλουσιν μᾶλλον αἰκίαις περιπίπτειν τοὺς πλησίον · μᾶλλον δὲ ἑαυτῶν κατάγνωσιν φέρουσιν τῆς παραδεδομένης ἡμῖν καλῶς καὶ δικαίως ὁμοφωνίας , 3  καλὸν γὰρ ἀνθρώπῳ ἐξομολογεῖσθαι περὶ τῶν παραπτωμάτων σκληρῦναι τὴν καρδίαν αὐτοῦ , καθὼς ἐσκληρύνθη καρδία τῶν στασιαζόντων πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν , ὧν τὸ κρίμα πρόδηλον ἐγενήθη , 4  κατέβησαν γὰρ εἰς ᾅδου ζῶντες , καὶ θάνατος ποιμανεῖ αὐτούς . 5  Φαραὼ καὶ στρατιὰ αὐτοῦ καὶ πάντες οἱ ἡγούμενοι Αἰγύπτου , τά τε ἅρματα καὶ οἱ ἀνάβαται αὐτῶν οὐ δι᾿ ἄλλην τινὰ αἰτίαν ἐβυθίσθησαν εἰς θάλασσαν ἐρυθρὰν καὶ ἀπώλοντο , ἀλλὰ διὰ τὸ σκληρυνθῆναι αὐτῶν τὰς ἀσυνέτους καρδίας μετὰ τὸ γενέσθαι τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτου διὰ τοῦ θεράποντος τοῦ θεοῦ Μωϋσέως .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era