Let us seek God's love
1 Ὁρᾶτε , ἀγαπητοί , πῶς μέγα καὶ θαυμαστόν ἐστιν ἡ ἀγάπη , καὶ τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις . 2 τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι , εἰ μὴ οὓς ἄν καταξιώσῃ ὁ θεός ; δεώμεθα οὖν καὶ αἰτώμεθα ἀπὸ τοῦ ἐλέους αὐτοῦ , ἵνα ἐν ἀγάπῃ εὑρεθῶμεν δίχα προσκλίσεως ἀνθρωπίνης , ἄμωμοι . 3 αἱ γενεαὶ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον , ἀλλ᾿ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσιν χῶρον εὐσεβῶν , οἱ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ χριστοῦ . 4 γέγραπται γάρ · Εἰσέλθετε εἰς τὰ ταμεῖα μικρὸν ὅσον ὅσον , ἕως οὗ παρέλθῃ ἡ ὀργὴ καὶ ὁ θυμός μου , καὶ μνησθήσομαι ἡμέρας ἀγαθῆς , καὶ ἀναστήσω ὑμᾶς ἐκ τῶν θηκῶν ὑμῶν . 5 μακάριοί ἐσμεν , ἀγαπητοί , εἰ τὰ προστάγματα τοῦ θεοῦ ἐποιοῦμεν ἐν ὁμονοίᾳ ἀγάπης , εἰς τὸ ἀφεθῆναι ἡμῖν δι᾿ ἀγάπης τὰς ἁμαρτίας . 6 γέγραπται γάρ · Μακάριοι , ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀμαρτίαι · μακάριος ἀνήρ , οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν , οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος · 7 οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν , ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων . ἀμήν .