Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 49

Love bring unity

1  ἔχων ἀγάπην ἐν Χριστῷ ποιησάτω τὰ τοῦ χριστοῦ παραγγέλματα . 2  τὸν δεσμὸν τῆς ἀγάπης τοῦ θεοῦ τίς δύναται ἐξηγήσασθαι ; 3  τὸ μεγαλεῖον τῆς καλλονῆς αὐτοῦ τίς ἀρκετὸς ἐξειπεῖν ; 4  τὸ ὕψος , εἰς ἀνάγει ἀγάπη , ἀνεκδιήγητόν ἐστιν . 5  ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ , ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν , ἀγάπη πάντα ἀνέχεται , πάντα μακροθυμεῖ · οὐδὲν βάναυσον ἐν ἀγάπῃ , οὐδὲν ὑπερήφανον · ἀγάπη σχίσμα οὐκ ἔχει , ἀγάπη οὐ στασιάζει , ἀγάπη πάντα ποιεῖ ἐν ὁμονοίᾳ · ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ , δίχα ἀγάπης οὐδὲν εὐάρεστόν ἐστιν τῷ θεῷ . 6  ἐν ἀγάπῃ προσελάβετο ἡμᾶς δεσπότης · διὰ τὴν ἀγάπην , ἣν ἔσχεν πρὸς ἡμᾶς , τὸ αἷμα αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν Ἰησοῦς Χριστὸς κύριος ἡμῶν ἐν θελήματι θεοῦ , καὶ τὴν σάρκα ὑπὲρ τῆς σαρκὸς ἡμῶν καὶ τὴν ψυχὴν ὑπὲρ τῶν ψυχῶν ἡμῶν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era