Reverse this division with reconciliation
1 Ἐξάρωμεν οὖν τοῦτο ἐν τάχει καὶ προσπέσωμεν τῷ δεσπότῃ καὶ κλαύσωμεν ἱκετεύοντες αὐτόν , ὅπως ἵλεως γενόμενος ἐπικαταλλαγῇ ἡμῖν καὶ ἐπὶ τὴν σεμνὴν τῆς φιλαδελφίας ἡμῶν ἁγνὴν ἀγωγὴν ἀποκαταστήσῃ ἡμᾶς . 2 πύλη γὰρ δικαιοσύνης ἀνεῳγυῖα εἰς ζωὴν αὕτη , καθὼς γέγραπται · Ἀνοίξατέ μοι πύλας δικαιοσύνης , ἵνα εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσωμαι τῷ κυρίῳ . 3 αὕτη ἡ πύλη τοῦ κυρίου · δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ . 4 πολλῶν οὖν πυλῶν ἀνεῳγυιῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἐστὶν ἡ ἐν Χριστῷ , ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ , ἀταράχως πάντα ἐπιτελοῦντες . 5 ἤτω τις πιστός , ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν , ἤτω σοφὸς ἐν διακρίσει λόγων , ἤτω γοργὸς ἐν ἔργοις , ἤτω ἁγνὸς . 6 τοσούτῳ γὰρ μᾶλλον ταπεινοφρονεῖν ὀφείλει , ὅσῳ δοκεῖ μᾶλλον μείζων εἶναι , καὶ ζητεῖν τὸ κοινωφελὲς πᾶσιν , καὶ μὴ τὸ ἑαυτοῦ .