Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 47

Your division is worse than in Paul's day

1  Ἀναλάβετε τὴν ἐπιστολὴν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου . 2  τί πρῶτον ὑμῖν ἐν ἀρχῇ τοῦ εὐαγγελίου ἔγραψεν ; 3  ἐπ᾿ ἀληθείας πνευματικῶς ἐπέστειλεν ὑμῖν περὶ ἑαυτοῦ τε καὶ Κηφᾶ τε καὶ Ἀπολλώ , διὰ τὸ καὶ τότε προσκλίσεις ὑμᾶς πεποιῆσθαι . 4  ἀλλ᾿ πρόσκλισις ἐκείνη ἥττονα ἁμαρτίαν ὑμῖν προσήνεγκεν · προσεκλίθητε γὰρ ἀποστόλοις μεμαρτυρημένοις καὶ ἀνδρὶ δεδοκιμασμένῳ παρ᾿ αὐτοῖς . 5  νυνὶ δὲ κατανοήσατε , τίνες ὑμᾶς διέστρεψαν καὶ τὸ σεμνὸν τῆς περιβοήτου φιλαδελφίας ὑμῶν ἐμείνωσαν . 6  αἰσχρά , ἀγαπητοί , καὶ λίαν αἰσχρά , καὶ ἀνάξια τῆς ἐν Χριστῷ ἀγωγῆς ἀκούεσθαι , τὴν βεβαιοτάτην καὶ ἀρχαίαν Κορινθίων ἐκκλησίαν δι᾿ ἓν δύο πρόσωπα στασιάζειν πρὸς τοὺς πρεσβυτέρους · 7  καὶ αὕτη ἀκοὴ οὐ μόνον εἰς ἡμᾶς ἐχώρησεν , ἀλλὰ καὶ εἰς τοὺς ἑτεροκλινεῖς ὑπάρχοντας Ἀφ᾿ ἡμῶν , ὥστε καὶ βλασφημίας ἐπιφέρεσθαι τῷ ὀνόματι κυρίου διὰ τὴν ὑμετέραν ἀφροσύνην , ἑαυτοῖς δὲ κίνδυνον ἐπεξεργάζεσθαι .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era