The division in Corinth
1 Τοιούτοις οὖν ὑποδείγμασιν κολληθῆναι καὶ ἡμᾶς δεῖ , ἀδελφοί . 2 γέγραπται γάρ · Κολλᾶσθε τοῖς ἁγίοις , ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται . 3 καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει · Μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ , καὶ μετὰ στρεβλοῦ διαστρέψεις . 4 κολληθῶμεν οὖν τοῖς ἀθῴοις καὶ δικαίοις · εἰσὶν δὲ οὗτοι ἐκλεκτοὶ τοῦ θεοῦ . 5 ἱναντί ἔρεις καὶ θυμοὶ καὶ διχοστασίαι καὶ σχίσματα πόλεμός τε ἐν ὑμῖν ; 6 ἢ οὐχὶ ἕνα θεὸν ἔχομεν καὶ ἕνα Χριστὸν καὶ ἓν πνεῦμα τῆς χάριτος τὸ ἐκχυθὲν ἐφ᾿ ἡμᾶς ; καὶ μία κλῆσις ἐν Χριστῷ ; 7 ἱναντί διέλκομεν καὶ διασπῶμεν τὰ μέλη τοῦ χριστοῦ καὶ στασιάζομεν πρὸς τὸ σῶμα τὸ ἴδιον , καὶ εἰς τοσαύτην ἀπόνοιαν ἐρχόμεθα , ὥστε ἐπιλαθέσθαι ἡμᾶς , ὅτι μέλη ἐσμὲν ἀλλήλων ; μνήσθητε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ . 8 εἶπεν γάρ · Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ · καλὸν ἦν αὐτῷ , εἰ οὐκ ἐγεννήθη , ἢ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι · κρεῖττον ἦν αὐτῷ περιτεθῆναι μύλον καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν , ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι . 9 τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν , πολλούς εἰς ἀθυμίαν ἔβαλεν , πολλοὺς εἰς δισταγμόν , τοὺς πάντας ἡμᾶς εἰς λύπην · καὶ ἐπίμονος ὑμῶν ἐστιν ἡ στάσις .