The intercession of Moses
1 Ἐπίστασθε γάρ καὶ καλῶς ἐπίστασθε τὰς ἱερὰς γραφάς , ἀγαπητοί , καὶ ἐγκεκύφατε εἰς τὰ λόγια τοῦ θεοῦ . πρὸς ἀνάμνησιν οὖν ταῦτα γράφομεν . 2 Μωϋσέως γὰρ ἀναβάντος εἰς τὸ ὄρος καὶ ποιήσαντος τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐν νηστείᾳ καὶ ταπεινώσει , εἶπεν πρὸς αὐτὸν ὁ θεός · Κατάβηθι τὸ τάχος ἐντεῦθεν , ὅτι ἠνόμησεν ὁ λαός σου , οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου · παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς , ἐποίησαν ἑαυτοῖς χωνεύματα . 3 καὶ εἶπεν κύριος πρὸς αὐτόν · Λελάληκα πρός σὲ ἅπαξ καὶ δὶς λέγων · Ἑώρακα τὸν λαὸν τοῦτον , καὶ ἰδού ἐστιν σκληροτράχηλος · ἔασόν με ἐξολεθρεῦσαι αὐτούς , καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ , καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο . 4 καὶ εἶπεν Μωϋσῆς · Μηδαμῶς , κύριε · ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων . 5 ὢ μεγάλης ἀγάπης , ὢ τελειότητος ἀνυπερβλήτου . παρρησιάζεται θεράπων πρὸς κύριον , αἰτεῖται ἄφεσιν τῷ πλήθει , ἢ καὶ ἑαυτὸν ἐξαλειφθῆναι μετ᾿ αὐτῶν ἀξιοῖ .