Admit your own blame
1 Τίς οὖν ἐν ὑμῖν γενναῖος , τίς εὔσπλαγχνος , τίς πεπληροφορημένος ἀγάπης ; 2 εἰπάτω · Εἰ δι᾿ ἐμὲ στάσις καὶ ἔρις καὶ σχίσματα , ἐκχωρῶ , ἄπειμι , οὗ ἐὰν βούλησθε , καὶ ποιῶ τὰ ποίμνιον τοῦ Χριστοῦ εἰρηνευέτω μετὰ τῶν καθεσταμένων πρεσβυτέρων . 3 τοῦτο ὁ ποιήσας ἑαυτῷ μέγα κλέος ἐν Χριστῷ περιποιήσεται , καὶ πᾶς τόπος δέξεται αὐτόν , τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς . 4 ταῦτα οἱ πολιτευόμενοι τὴν ἀμεταμέλητον πολιτείαν τοῦ θεοῦ ἐποίησαν καὶ ποιήσουσιν .