Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 13

The appeal to live a correct life

1  Ταπεινοφρονήσωμεν οὖν , ἀδελφοί , ἀποθέμενοι πᾶσαν ἀλαζονείαν καὶ τῦφος καί ἀφροσύνην καὶ ὀργάς , καὶ ποιήσωμεν τὸ γεγραμμένον , λέγει γὰρ τὸ πνεῦμα τὸ ἅγιον · Μὴ καυχάσθω σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ , ἀλλ᾿ καυχώμενος ἐν κυρίῳ καυχάσθω , τοῦ ἐκζητεῖν αὐτὸν καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην · μάλιστα μεμνημένοι τῶν λόγων τοῦ κυρίου Ἰησοῦ , οὓς ἐλάλησεν διδάσκων ἐπιείκειαν καὶ μακροθυμίαν . 2  οὕτως γὰρ εἶπεν · Ἐλεᾶτε , ἵνα ἐλεηθῆτε · ἀφίετε , ἵνα ἀφεθῇ ὑμῖν · ὡς ποιεῖτε , οὕτω ποιηθήσεται ὑμῖν · ὡς δίδοτε , οὕτως δοθήσεται ὑμῖν · ὡς κρίνετε , οὕτως κριθήσεσθε · ὡς χρηστεύεσθε , οὕτως χρηστευθήσεται ὑμῖν · μέτρῳ μετρεῖτε , ἐν αὐτῷ μετρηθήσεται ὑμῖν . 3  ταύτῃ τῇ ἐντολῇ καὶ τοῖς παραγγέλμασιν τούτοις στηρίξωμεν ἑαυτοὺς εἰς τὸ πορεύεσθαι ὑπηκόους ὄντας τοῖς ἁγιοπρεπέσι λόγοις αὐτοῦ , ταπεινοφρονοῦντες · φησὶν γὰρ ἅγιος λόγος · 4  Ἐπὶ τίνα ἐπιβλέψω , ἀλλ᾿ ἐπὶ τὸν πραῢν καὶ ἡσύχιον καὶ τρέμοντά μου τὰ λόγια .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era