The appeal to obedience
1 Δίκαιον οὖν καὶ ὅσιον , ἄνδρες ἀδελφοί , ὑπηκόους ἡμᾶς μᾶλλον γενέσθαι τῷ θεῷ ἢ τοῖς ἐν ἀλαζόνείᾳ καὶ ἀκαταστασίᾳ μυσεροῦ ζήλους ἀρχηγοῖς ἐξακολουθεῖν . 2 βλάβην γὰρ οὐ τὴν τυχοῦσαν , μᾶλλον δὲ κίνδυνον ὐποίσομεν μέγαν , ἐὰν ῥιψοκινδύνως ἐπιδῶμεν ἑαυτοὺς τοῖς θελήμασιν τῶν ἀνθρώπων , οἵτινες ἐξακοντίζουσιν εἰς ἔριν καὶ στάσεις , εἰς τὸ ἀπαλλοτριῶσαι ἡμᾶς τοῦ καλῶς ἔχοντος . 3 χρηστευσώμεθα ἑαυτοῖς κατὰ τὴν εὐσπλαγχνίαν καὶ γλυκύτητα τοῦ ποιήσαντος ἡμᾶς . 4 γέγραπται γάρ · Χρηστοὶ ἔσονται οἰκήτορες γῆς , ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ᾿ αὐτῆς · οἱ δὲ παρανομοῦντες ἐξολεθρευθήσονται ἀπ᾿ αὐτῆς . 5 καὶ πάλιν λέγει · Εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου · καὶ παρῆλθον , καὶ ἰδοὺ οὐκ ἦν , καὶ ἐξεζήτησα τὸν τόπον αὐτοῦ , καὶ οὐχ εὗρον . φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα , ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ .