The necessity of true humility
1 Τοίνυν κολληθῶμεν τοῖς μετ᾿ εὐσεβείας εἰρηνεύουσιν , καὶ μὴ τοῖς μεθ᾿ ὑποκρίσεως βουλομένοις ἐρήνην 2 λέγει γάρ που · Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ , ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ᾿ ἐμοῦ . 3 καὶ πάλιν · Τῷ στόματι αὐτῶν εὐλογοῦσιν , τῇ δὲ καρδίᾳ αὐτῶν κατηρῶντο . 4 καὶ πάλιν λέγει · Ἠγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν , ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾿ αὐτοῦ , οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ . 5 διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν . καὶ πάλιν · Ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια , γλῶσσαν μεγαλορήμονα , τοὺς εἰπόντας · Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν , τὰ χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστιν · τίς ἡμῶν κύριός ἐστιν ; 6 ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι , λέγει κύριος · θήσομαι ἐν σωτηρίῳ , 7 παρρησιάσομαι ἐν αὐτῷ .