Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 8

Further appeal to repentance

1  Οἱ λειτουργοὶ τῆς χάριτος τοῦ θεοῦ διὰ πνεύματος ἁγίου περὶ μετανοίας ἐλάλησαν , 2  καὶ αὐτὸς δὲ δεσπότης τῶν ἁπάντων περὶ μετανοίας ἐλάλησεν μετὰ ὅρκου · Ζῶ γὰρ ἐγώ , λέγει κύριος , οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν , προστιθεὶς καὶ γνώμην ἀγαθήν · 3  Μετανοήσατε , οἶκος Ἰσραήλ , ἀπό τῆς ἀνομίας ὑμῶν · εἶπον τοῖς υἱοῖς τοῦ λαοῦ μου . Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ καὶ ἐὰν ὦσιν πυρρότεραι κόκκου καὶ μελανώτεραι σάκκου , καὶ ἐπιστραφῆτε πρός με ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε · Πάτερ · ἐπακούσομαι ὑμῶν ὡς λαοῦ ἁγίου . 4  καὶ ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως · Λούσασθε καὶ καθαροὶ γένεσθε , ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου · παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν , μάθετε καλὸν ποιεῖν , ἐκζητήσατε κρίσιν , ῥύσασθε ἀδικούμενον , κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρα · καὶ δεῦτε καὶ διελεγχθῶμεν , λέγει κύριος · καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν , ὡς χιόνα λευκανῶ · ἐὰν δὲ ὦσιν ὡς κόκκινον , ὡς ἔριον λευκανῶ · καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου , μάχαιρα ὑμᾶς κατέδεται · τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα . 5  πάντας οὖν τοὺς ἀγαπητοὺς αὐτοῦ βουλόμενος μετανοίας μετασχεῖν ἐστήριξεν τῷ παντοκρατορικῷ βουλήματι αὐτοῦ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era