Benediction
1 Τοὺς δὲ ἀπεσταλμένους Ἀφ᾿ ἡμῶν Κλαύδιον Ἔφηβον καὶ Οὐαλέριον Βίτωνα σὺν καὶ Φορτουνάτῳ ἐν εἰρήνῃ μετὰ χαρᾶς ἐν τάχει ἀναπέμψατε πρὸς ἡμᾶς , ὅπως θᾶττον τὴν εὐκταίαν καὶ ἐπιποθήτην ἡμῖν εἰρήνην καὶ ὁμόνοιαν ἀπαγγέλλωσιν , εἰς τὸ τάχιον καὶ ἡμᾶς χαρῆναι περὶ τῆς εὐσταθείας ὑμῶν .
2 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν καὶ μετὰ πάντων πανταχῆ τῶν κεκλημένων ὑπὸ τοῦ θεοῦ δι᾿ αὐτοῦ , δι᾿ οὗ αὐτῷ δόξα , τιμή , κράτος καί μεγαλωσύνη , θρόνος αἰώνιος , ἀπὸ τῶν αἰώνων εἰς τοὺς αἰῶνας τῶν αἰώνων . ἀμήν .