Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 27

God is trustworthy because He is omniscient

1  Ταύτῃ οὖν τῇ ἐλπίδι προσδεδέσθωσαν αἱ ψυχαὶ ἡμῶν τῷ πιστῷ ἐν ταῖς ἐπαγγελίαις καὶ τῷ δικαίῳ ἐν τοῖς κρίμασιν . 2  παραγγείλας μὴ ψεύδεσθαι , πολλῷ μᾶλλον αὐτὸς οὐ ψεύσεται · οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ θεῷ εἰ μὴ τὸ ψεύσασθαι . 3  ἀναζωπυρησάτω οὖν πίστις αὐτοῦ ἐν ἡμῖν , καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς αὐτῷ ἐστιν . 4  ἐν λόγῳ τῆς μεγαλωσύνης αὐτοῦ συνεστήσατο τὰ πάντα , καὶ ἐν λόγῳ δύναται αὐτὰ καταστρέψαι . 5  Τίς ἐρεῖ αὐτῷ · Τί ἐποίησας ; τίς ἀντιστήσεται τῷ κράτει τῆς ἰσχύος αὐτοῦ ; ὅτε θέλει καὶ ὡς θέλει ποιήσει πάντα , καὶ οὐδὲν μὴ παρέλθῃ τῶν δεδογματισμένων ὑπ᾿ αὐτοῦ . 6  πάντα ἐνώπιον αὐτοῦ εἰσίν , καὶ οὐδὲν λέληθεν τὴν βουλὴν αὐτοῦ , 7  εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ , ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα · ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα , καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν · καὶ οὐκ εἰσὶν λόγοι οὐδὲ λαλιαί , ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era