God is everywhere
1 Πάντων οὖν βλεπομένων καὶ ἀκουομένων , φοβηθῶμεν αὐτόν , καὶ ἀπολίπωμεν φαύλων ἔργων μιαρὰς ἐπιθυμίας , ἵνα τῷ ἐλέει αὐτοῦ σκεπασθῶμεν ἀπὸ τῶν μελλόντων κριμάτων . 2 ποῦ γάρ τις ἡμῶν δύναται φυγεῖν ἀπὸ τῆς κραταιᾶς χειρὸς αὐτοῦ ; ποῖος δὲ κόσμος δέξεταί τινα τῶν αὐτομολούντων ἀπ᾿ αὐτοῦ ; 3 λέγει γάρ που τὸ γραφεῖον · Ποῦ ἀφήξω καὶ ποῦ κρυβήσομαι ἀπὸ τοῦ προσώπου σου ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν , σὺ ἐκεῖ εἶ · ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς γῆς , ἐκεῖ ἡ δεξιά σου · ἐὰν καταστρώσω εἰς τὰς ἀβύσσους , ἐκεῖ τὸ πνεῦμά σου . 4 ποῖ οὖν τις ἀπέλθῃ ἢ ποῦ ἀποδράσῃ ἀπὸ τοῦ τὰ πάντα ἐμπεριέχοντος ;