Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 43

The authority of Moses

1  Καὶ τί θαυμαστόν , εἰ οἱ ἐν Χριστῷ πιστευθέντες παρὰ θεοῦ ἔργον τοιοῦτο κατέστησαν τοὺς προειρημένους ; ὅπου καὶ μακάριος πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳ Μωϋσῆς τὰ διατεταγμένα αὐτῷ πάντα ἐσημειώσατο ἐν ταῖς ἱεραῖς βίβλοις , καὶ ἐπηκολούθησαν οἱ λοιποὶ προφῆται , συνεπιμαρτυροῦντες τοῖς ὑπ᾿ αὐτοῦ νενομοθετημένοις . 2  ἐκεῖνος γάρ , ζήλου ἐμπεσόντος περὶ τῆς ἱερωσύνης καὶ στασιαζουσῶν τῶν φυλῶν , ὁποία αὐτῶν εἴη τῷ ἐνδόξῳ ὀνόματι κεκοσμημένη , ἐκέλευσεν τοὺς δώδεκα φυλάρχους προσενεγκεῖν αὐτῷ ῥάβδους ἐπιγεγραμμένας ἑκάστης φυλῆς κατ᾿ ὄνομα · καὶ λαβὼν αὐτὰς ἔδησεν καὶ ἐσφράγισεν τοῖς δακτυλίοις τῶν φυλάρχων , καὶ ἀπέθετο αὐτὰς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὴν τράπεζαν τοῦ θεοῦ . 3  καὶ κλείσας τὴν σκηνὴν ἐσφράγισεν τὰς κλεῖδας ὡσαύτως καὶ τὰς ῥάβδους , 4  καὶ εἶπεν αὐτοῖς · Ἄνδρες ἀδελφοί , ἧς ἄν φυλῆς ῥάβδος βλαστήσῃ , ταύτην ἐκλέλεκται θεὸς εἰς τὸ ἱερατεύειν καὶ λειτουργεῖν αὐτῷ . 5  πρωΐας δὲ γενομένης συνεκάλεσεν πάντα τὸν Ἰσραήλ , τὰς ἑξακοσίας χιλιάδας τῶν ἀνδρῶν , καὶ ἐπεδείξατο τοῖς φυλάρχοις τὰς σφραγῖδας , καὶ ἤνοιξεν τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ προεῖλεν τὰς ῥάβδους · καὶ εὑρέθη ῥάβδος Ἀαρὼν οὐ μόνον βεβλαστηκυῖα , ἀλλὰ καὶ καρπὸν ἔχουσα . 6  τί δοκεῖτε , ἀγαπητοί ; οὐ προῄδει Μωϋσῆς τοῦτο μέλλειν ἔσεσθαι ; μάλιστα ᾔδει · ἀλλ᾿ ἵνα μὴ ἀκαταστασία γένηται ἐν τῷ Ἰσραήλ , οὕτως ἐποίησεν , εἰς τὸ δοξασθῆναι τὸ ὄνομα τοῦ ἀληθινοῦ καὶ μόνου θεοῦ · δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων . ἀμήν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era