The proper order of church ministers
1 Οἱ ἀπόστολοι ἡμῖν εὐηγγελίσθησαν ἀπὸ τοῦ κυρίου Ἰησοῦ χριστοῦ , Ἰησοῦς ὁ Χριστὸς ἀπὸ τοῦ θεοῦ ἐξεπέμφθη . 2 ὁ Χριστὸς οὖν ἀπὸ τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι ἀπὸ τοῦ χριστοῦ · ἐγένοντο οὖν ἀμφότερα εὐτάκως ἐκ θελήματος θεοῦ . 3 παραγγελίας οὖν λαβόντες καὶ πληροφορηθέντες διὰ τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ καὶ πιστωθέντες ἐν τῷ λόγῳ τοῦ θεοῦ , μετὰ πληροφορίας πνεύματος ἁγίου ἐξῆλθον εὐαγγελιζόμενοι , τὴν βασιλείαν τοῦ θεοῦ μέλλειν ἔρχεσθαι . 4 κατὰ χώρας οὖν καὶ πόλεις κηρύσσοντες καθίστανον τὰς ἀπαρχὰς αὐτῶν , δοκιμάσαντες τῷ πνεύματι , εἰς ἐπισκόπους καὶ διακόνους τῶν μελλόντων πιστεύειν . 5 καὶ τοῦτο οὐ καινῶς · ἐκ γὰρ δὴ πολλῶν χρόνων ἐγέγραπτο περὶ ἐπισκόπων καὶ διακόνων . οὕτως γάρ που λέγει ἡ γραφή · Καταστήσω τοὺς ἐπισκόπους αὐτῶν ἐν δικαιοσύνῃ καὶ τοὺς διακόνους αὐτῶν ἐν πίστει .