Justification is a gift not a work
1 Ἐάν τις καθ᾿ ἓν ἕκαστον εἰλικρινῶς κατανοήσῃ , ἐπιγνώσεται μεγαλεῖα τῶν ὑπ᾿ αὐτοῦ δεδομένων δωρεῶν . 2 ἐξ αὐτοῦ γὰρ ἱερεῖς καὶ Λευῖται πάντες οἱ λειτουργοῦντες τῷ θυσιαστηρίῳ τοῦ θεοῦ · ἐξ αὐτοῦ ὁ κύριος Ἰησοῦς τὸ κατὰ σάρκα . ἐξ αὐτοῦ βασιλεῖς καὶ ἄρχοντες καὶ ἡγούμενοι κατὰ τὸν Ἰούδαν · τὰ δὲ λοιπὰ σκῆπτρα αὐτοῦ οὐκ ἐν μικρᾷ δόξῃ ὑπάρχουσιν , ὡς ἐπαγγειλαμένου τοῦ θεοῦ , ὅτι ἔσται τὸ σπέρμα σου ὡς οἱ ἀστέρες τοῦ οὐρανοῦ . 3 πάντες οὖν ἐδοξάσθησαν καὶ ἐμεγαλύνθησαν οὐ δι᾿ αὐτῶν ἢ τῶν ἔργων αὐτῶν ἢ τῆς δικαιοπραγίας ἧς κατειργάσαντο , ἀλλὰ διὰ τοῦ θελήματος αὐτοῦ . 4 καὶ ἡμεῖς οὖν , διὰ θελήματος αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ κληθέντες , οὐ δι᾿ ἑαυτῶν δικαιούμεθα , οὐδὲ διὰ τῆς ἡμετέρας σοφίας ἢ συνέσεως ἢ εὐσεβείας ἢ ἔργων ὧν κατειργασάμεθα ἐν ὁσιότητι καρδίας , ἀλλὰ διὰ τῆς πίστεως , δι᾿ ἧς πάντας τοὺς ἀπ᾿ αἰῶνος ὁ παντοκράτωρ θεὸς ἐδικαίωσεν · ᾧ ἔστω ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων . ἀμήν .