Righteousness comes through faith
1 Κολληθῶμεν οὖν τῇ εὐλογίᾳ αὐτοῦ καὶ ἴδωμεν , τίνες αἱ ὁδοὶ τῆς εὐλογίας . ἀνατυλίξωμεν τὰ ἀπ᾿ ἀρχῆς γενόμενα . 2 τίνος χάριν ηὐλογήθη ὁ πατὴρ ἡμῶν Ἀβραάμ , οὐχὶ δικαιοσύνην καὶ ἀλήθειαν διὰ πίστεως ποιῆσας ; 3 Ἰσαὰκ μετὰ πεποιθήσεως γινώσκων τὸ μέλλον ἡδέως προσήγετο θυσία . 4 Ἰακὼβ μετὰ ταπεινοφροσύνης ἐξεχώρησεν τῆς γῆς αὐτοῦ δι᾿ ἀδελφὸν καὶ ἐπορεύθη πρὸς Λαβὰν καὶ ἐδούλευσεν , καὶ ἐδόθη αὐτῷ τὸ δωδεκάσκηπτρον τοῦ Ἰσραήλ .