Approach God in holiness
1 Προσέλθωμεν οὖν αὐτῷ ἐν ὁσιότητι ψυχῆς , ἁγνὰς καὶ ἀμιάντους χεῖρας αἴροντες πρὸς αὐτόν , ἀγαπῶντες τὸν ἐπιεικῆ καὶ εὔσπλαγχνον πατέρα ἡμῶν , ὃς ἐκλογῆς μέρος ἡμᾶς ἐποίησεν ἑαυτῷ . 2 οὕτω γὰρ γέγραπται · Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη , ὡς διέσπειρεν υἱοὺς Ἀδάμ , ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ . ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ , σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ . 3 καὶ ἐν ἑτέρῳ τόπῳ λέγει · Ἰδού , κύριος λαμβάνει ἑαυτῷ ἔθνος ἐκ μέσου ἐθνῶν , ὥσπερ λαμβάνει ἄνθρωπος τὴν ἀπαρχὴν αὐτοῦ τῆς ἅλω · καὶ ἐξελεύσεται ἐκ τοῦ ἔθνους ἐκείνου ἅγια ἁγίων .