Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 39

The foolishness of boasting

1  ἄφρονες καὶ ἀσύνετοι καὶ μωροὶ καὶ ἀπαίδευτοι χλευάζουσιν ἡμᾶς καὶ μυκτηρίζουσιν , ἑαυτοὺς βουλόμενοι ἐπαίρεσθαι ταῖς διανοίαις αὐτῶν . 2  τί γὰρ δύναται θνητός ; τίς ἰσχὺς γηγενοῦς ; 3  γέγραπται γάρ · Οὐκ ἦν μορπὴ πρὸ ὀφθαλμῶν μου , ἀλλ᾿ αὔραν καὶ φωνὴν ἤκουον · 4  Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου ; ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ , εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει , κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν ; 5  οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ · ἔα δέ , οἱ κατοικοῦντες οἰκίας πηλίνας , ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμέν · ἔπαισεν αὐτοὺς σητὸς τρόπον καὶ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσίν · παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο . 6  ἐνεφύσησεν αὐτοῖς , καὶ ἐτελεύτησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν . 7  ἐπικάλεσαι δέ , εἴ τίς σοὶ ὑπακούσεται , εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ · καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή , πεπλανημένον δὲ θανατοῖ ζῆλος . 8  ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας , ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν δίαιτα . 9  πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας · κολαβρισθείησαν ἐπὶ θύραις ἡσσόνων , καὶ οὐκ ἔσται ἐξαιρούμενος · γὰρ ἐκείνοις ἡτοίμασται , δίκαιοι ἔδονται , αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era