Warning to the leaders of division
1 Ὑμεῖς οὖν οἱ τὴν καταβολὴν τῆς στάσεως ποιήσαντες ὑποτάγητε τοῖς πρεσβυτέροις καὶ παιδεύθητε εἰς μετάνοιαν , κάμψαντες τὰ γόνατα τῆς καρδίας ὑμῶν . 2 μάθετε ὑποτάσσεσθαι , ἀποθέμενοι τὴν ἀλαζόνα καὶ ὑπερήφανον τῆς γλώσσης ὑμῶν αὐθάδειαν · ἄμεινον γάρ ἐστιν ὑμῖν , ἐν τῷ ποιμνίῳ τοῦ Χριστοῦ μικροὺς καὶ ἐλλογίμους εὑρεθῆναι , ἢ καθ᾿ ὑπεροχὴν δοκοῦντας ἐκριφῆναι ἐκ τῆς ἐλπίδος αὐτοῦ . 3 οὕτως γὰρ λέγει ἡ πανάρετος σοφία · Ἰδού , προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν , διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον . 4 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε , καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε , ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλάς , τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε · τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι , καταχαροῦμαι δὲ ἡνίκα ἄν ἔρχηται ὑμῖν ὄλεθρος καὶ ὡς ἄν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος , ἡ δὲ καταστροφὴ ὁμοία καταιγίδι παρῇ , ἢ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία . 5 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με , ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν · ζητήσουσίν με κακοί , καὶ οὐχ εὑρήσουσιν . ἐμίσησαν γὰρ σοφίαν , τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο , οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς , ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους . 6 τοιγαροῦν ἔδουνται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς , καὶ τῆς ἑαυτῶν ἀσεβείας πλαησθήσονται · 7 ἀνθ᾿ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται , καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ · ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾿ ἐλπίδι πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ .