God brings discipline and mercy
1 Καὶ ἡμεῖς οὖν ἐντύχωμεν περὶ τῶν ἔν τινι παραπτώματι ὑπαρχόντων , ὅπως δοθῇ αὐτοῖς ἐπιείκεια καὶ ταπεινοφροσύνη εἰς τὸ εἶξαι αὐτοὺς μὴ ἡμῖν ἀλλὰ τῷ θελήματι τοῦ θεοῦ · οὕτως γὰρ ἔσται αὐτοῖς ἔγκαρπος καὶ τελεία ἡ πρὸς τὸν θεὸν καὶ τοὺς ἁγίους μετ᾿ οἰκτιρμῶν μνεία . 2 ἀναλάβωμεν παιδείαν , ἐφ᾿ ᾗ οὐδεὶς ἀγανακτεῖν , ἀγαπητοί . ἡ νουθέτησις , ἣν ποιούμεθα εἰς ἀλλήλους , καλή ἐστιν καὶ ὑπεράγαν ὠφέλιμος · κολλᾷ γὰρ ἡμᾶς τῷ θελήματι τοῦ θεοῦ . 3 οὕτως γάρ φησιν ὁ ἅγιος λόγος · Παιδεύων ἐπαίδευσέν με ὁ κύριος , καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με · 4 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει , μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται . 5 Παιδεύσει με γάρ , φησίν , δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με , ἔλαιον δὲ ἁμαρτωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου . 6 καὶ πάλιν λέγει · Μακάριος ἄνθρωπος , ὃν ἤλεγξεν ὁ κύριος · νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου · αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ , καὶ πάλιν ἀποκαθίστησιν · 7 ἔπαισεν , καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο . 8 ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σὲ , ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν . 9 ἐν λιμῷ ῥύσεταί σὲ ἐκ θανάτου , ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σὲ · 10 καὶ ἀπὸ μάστιγος γλώσσης σὲ κρύψει , καὶ οὐ μὴ φοβηθήσῃ κακῶν ἐπερχομένων . 11 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ , ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς · 12 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοὶ . 13 εἶτα γνώσῃ , ὅτι είρηνεύσει σου ὁ οἶκος , ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ . 14 γνώσῃ δέ , ὅτι πολὺ τὸ σπέρμα σου , τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ . 15 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος , ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα . 16 βλέπετε , ἀγαπητοί , πόσος ὑπερασπισμός ἐστιν τοῖς παιδευομένοις ὑπὸ τοῦ δεσπότου · πατὴρ γὰρ ἀγαθὸς ὢν παιδεύει εἰς τὸ ἐλεηθῆναι ἡμᾶς διὰ τῆς ὁσίας παιδείας αὐτοῦ .