The appeal from Christ
1 Ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις · καὶ γὰρ αὐτὸς διὰ τοῦ πνεύματος τοῦ ἁγίου οὕτως προσκαλεῖται ἡμᾶς · Δεῦτε , τέκνα , ἀκούσατέ μου , φόβον κυρίου διδάξω ὑμᾶς . 2 τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν , ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς ; 3 παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ , καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον . 4 ἔκκλινον ἀπὸ κακοῦ , καὶ ποίησον ἀγαθόν . 5 ζήτησον εἰρήνην , καὶ δίωξον αὐτήν · 6 ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους , καὶ ὦτα αὐτοῦ πρὸς δέησιν αὐτῶν · πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά , τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν . 7 ἐκέκραξεν ὁ δίκαιος , καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ , καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἐρύσατο αὐτόν . 8 Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ , τοὺς δὲ ἐλπίζοντας ἐπὶ κύριον ἔλεος κυκλώσει .