Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 21

A further appeal to right living

1  Ὁρᾶτε , ἀγαπητοί , μὴ αἱ εὐεργεσίαι αὐτοῦ αἱ πολλαὶ γένωνται εἰς κρίμα ἡμῖν , ἐὰν μὴ ἀξιως αὐτοῦ πολιτευόμενοι τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιον αὐτοῦ ποιῶμεν μεθ᾿ ὁμονοίας . 2  λέγει γάρ που · Πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμιεῖα τῆς γαστρός · 3  ἴδωμεν , πῶς ἐγγύς ἐστιν , καὶ ὅτι οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν ἡμῶν οὐδὲ τῶν διαλογισμῶν ὧν ποιούμεθα · 4  δίκαιον οὖν ἐστὶν μὴ λειποτακτεῖν ἡμᾶς ἀπό τοῦ θελήματος αὐτοῦ . 5  μᾶλλον ἀνθρώποις ἄφροσι καὶ ἀνοήτοις καὶ ἐπαιρομένοις καὶ ἐγκαυχωμένοις ἐν ἀλαζόνέιᾳ τοῦ λόγου αὐτῶν προσκόψωμεν τῷ θεῷ . 6  τὸν κύριον Ἰησοῦν Χριστόν , οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἐδόθη , ἐντραπῶμεν , τοὺς προηγουμένους ἡμῶν αἰδεσθῶμεν , τοὺς πρεσβυτέρους τιμήσωμεν , τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ φόβου τοῦ θεοῦ , τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα . 7  τὸ ἀξιαγάπητον τῆς ἁγνείας ἦθος ἐνδειξάσθωσαν , τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν , τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν , τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις , ἀλλὰ πᾶσιν τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν . 8  τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαμβανέτωσαν · μαθέτωσαν , τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει , τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται , πῶς φόβος αὐτοῦ καλὸς καὶ μέγας καὶ σῴζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρᾷ διανοίᾳ . 9  ἐρευνητὴς γάρ ἐστιν ἐννοιῶν καὶ ἐνθυμήσεων · οὗ πνοὴ αὐτοῦ ἐν ἡμῖν ἐστίν , καὶ ὅταν θέλῃ , ἀνελεῖ αὐτήν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era