Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 20

The examples from nature

1  Οἱ οὐρανοὶ τῇ διοικήσει αὐτοῦ σαλευόμενοι ἐν εἰρήνῃ ὑποτάσσονται αὐτῷ . 2  ἡμέρα τε καὶ νὺξ τὸν τεταγμένον ὑπ᾿ αὐτοῦ δρόμον διανύουσιν , ἐταπεινοφρονεῖτε ἀλλήλοις ἐμποδίζοντα . 3  ἥλιός τε καὶ σελήνη , ἀστέρων τε χοροὶ κατὰ τὴν διαταγὴν αὐτοῦ ἐν ὁμονοίᾳ δίχα πάσης παρεκβάσεως ἐξελίσσουσιν τοὺς ἐπιτεταγμέπνους αὐτοῖς ὁρισμούς . 4  γῆ κυοφοροῦσα κατὰ τὸ θέλημα αὐτοῦ τοῖς ἰδίοις καιροῖς τὴν πανπληθῆ ἀνθρώποις τε καὶ θηρσὶν καὶ πᾶσιν τοῖς οὖσιν ἐπ᾿ αὐτῆς ζώοις ἀνατέλλει τροφήν , μὴ διχοστατοῦσα μηδὲ ἀλλοιοῦσά τι τῶν δεδογματισμένων ὑπ᾿ αὐτοῦ . 5  ἀβύσσων τε ἀνεξιχνίαστα καὶ νερτέρων ἀνεκδιήγητα κλίματα τοῖς αὐτοῖς συνέχεται προστάγμασιν . 6  τὸ κύτος τῆς ἀπείρου θαλάσσης κατὰ τὴν δημιουργίαν αὐτοῦ συσταθὲν εἰς τὰς συναγωγὰς οὐ παρεκβαίνει τὰ περιτεθειμένα αὐτῇ κλεῖθρα , ἀλλὰ καθὼς διέταξεν αὐτῇ , οὕτως ποιεῖ . 7  εἶπεν γάρ · Ἕως ὧδε ἥξεις , καὶ τὰ κύματά σου ἐν σοὶ συντριβήσεται . 8  ὠκεανὸς ἀπέραντος ἀνθρώποις καὶ οἱ μετ᾿ αὐτὸν κόσμοι ταῖς αὐταῖς ταγαῖς τοῦ δεσπότου διευθύνονται . 9  καιροὶ ἐαρινοὶ καὶ θερινοὶ καὶ μετοπωρινοὶ καὶ χειμερινοὶ ἐν εἰρήνῃ μεταπαραδιδόασιν ἀλλήλοις . 10  ἀνέμων σταθμοὶ κατὰ τὸν ἴδιον καιρὸν τὴν λειτουργίαν αὐτῶν ἀπροσκόπως ἐπιτελοῦσιν · ἀέναοί τε πηγαί , πρὸς ἀπόλαυσιν καὶ ὐγείαν δημιουργηθεῖσαι , δίχα ἐλλείψεως παρέχονται τοὺς πρὸς ζωῆς ἀνθρώποις μαζούς · τά τε ἐλάχιστα τῶν ζώων τὰς συνελεύσεις αὐτῶν ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ ποιοῦνται . 11  ταῦτα πάντα μέγας δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ προσέταξεν εἶναι , εὐεργετῶν τὰ πάντα , ὑπερεκπερισσῶς δὲ ἡμᾶς τοὺς προσπεφευγόντας τοῖς οἰκτιρμοῖς αὐτοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ , 12  δόξα καὶ μεγαλωσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων . ἀμήν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era