Corinthian church demonstrated humility
1
Πάντες
τε
ἐταπεινοφρονεῖτε
ἀλαζονευόμενοι,
ὑποτασσόμενοι
μᾶλλον
ἢ
ὑποτάσσοντες,
ἥδιον
διδόντες
ἢ
λαμβάνοντες.
τοῖς
ἐφοδίοις
τοῦ
Χριστοῦ
ἀρκούμενοι,
καὶ
προσέχοντες
τοὺς
λόγους
αὐτοῦ
ἐπιμελῶς
ἐνεστερνισμένοι
ἦτε
τοῖς
σπλάγχνοις,
καὶ
τὰ
παθήματα
αὐτοῦ
ἦν
πρὸ
ὀφθαλμῶν
ὑμῶν.
2
οὕτως
εἰρήνη
βαθεῖα
καὶ
λιπαρὰ
ἐδέδοτο
πᾶσιν
καὶ
ἀκόρεστος
πόθος
εἰς
ἀγαθοποιΐαν,
καὶ
πλήρης
πνεύματος
ἁγίου
ἔκχυσις
ἐπὶ
πάντας
ἐγίνετο·
3
μεστοί
τε
ὁσίας
βουλῆς,
ἐν
ἀγαθῇ
προθυμίᾳ
μετ᾿
εὐσεβοῦς
πεποιθήσεως
ἐξετείνετε
τὰς
χεῖρας
ὑμῶν
πρὸς
τὸν
παντοκράτορα
θεόν,
ἱκετεύοντες
αὐτὸν
ἱλέως
γενέσθαι,
εἴ
τι
ἄκοντες
ἡμάρτετε.
4
ἀγὼν
ἦν
ὑμῖν
ἡμέρας
τε
καὶ
νυκτὸς
ὑπὲρ
πάσης
τῆς
ἀδελφότητος,
εἰς
τὸ
σώζεσθαι
μετ᾿
ἐλέους
καὶ
συνειδήσεως
τὸν
ἀριθμὸν
τῶν
ἐκλεκτῶν
αὐτοῦ.
5
εἰλικρινεῖς
καὶ
ἀκέραιοι
ἦτε
καὶ
ἀμνησίκακοι
εἰς
ἀλλήλους.
6
πᾶσα
στάσις
καὶ
πᾶν
σχίσμα
βδελυκτὸν
ἦν
ὑμῖν.
ἐπὶ
τοῖς
παραπτώμασιν
τῶν
πλησίον
ἐπενθεῖτε·
τὰ
ὑστερήματα
αὐτῶν
ἴδια
ἐκρίνετε.
7
ἀμεταμέλητοι
ἦτε
ἐπὶ
πάσῃ
ἀγαθοποιΐᾳ,
ἕτοιμοι
εἰς
πᾶν
ἔργον
ἀγαθόν.
8
τῇ
παναρέτῳ
καὶ
σεβασμίῳ
πολιτείᾳ
κεκοσμημένοι
πάντα
ἐν
τῷ
φόβῳ
αὐτοῦ
ἐπετελεῖτε·
τὰ
προστάγματα
καὶ
τὰ
δικαιώματα
τοῦ
κυρίου
ἐπὶ
τὰ
πλάτη
τῆς
καρδίας
ὑμῶν
ἐγέγραπτο.