We are soldiers of Christ
1 Στρατευσώμεθα οὖν , ἄνδρες ἀδελφοί , μετὰ πάσης ἐκτενείας ἐν τοῖς ἀμώμοις προστάγμασιν αὐτοῦ . 2 κατανοήσωμεν τοὺς στρατευομένους τοῖς ἡγουμένοις ἡμῶν , πῶς εὐτάκτως , πῶς ἑκτικῶς , πῶς ὑποτεταγμένως ἐπιτελοῦσιν τὰ διατασσόμενα . 3 οὐ πάντες εἰσὶν ἔπαρχοι οὐδὲ χιλίαρχοι οὐδὲ ἑκατόνταρχαι οὐδὲ πεντηκόνταρχοι οὐδὲ τὸ καθεξεῆς , ἀλλ᾿ ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τὰ ἐπιτασσόμενα ὑπὸ τοῦ βασιλέως καὶ τῶν ἡγουμένων ἐπιτελεῖ . 4 οἱ μεγάλοι δίχα τῶν μικρῶν οὐ δύνανται εἶναι , οὔτε οἱ μικροὶ δίχα τῶν μεγάλων · σύγκρασίς τίς ἐστιν ἐν πᾶσιν , καὶ ἐν τούτοις χρῆσις . 5 λάβωμεν τὸ σῶμα ἡμῶν · ἡ κεφαλὴ δίχα τῶν ποδῶν οὐδέν ἐστιν , οὕτως οὐδὲ οἱ πόδες δίχα τῆς κεφαλῆς · τὰ δὲ ἐλάχιστα μέλη τοῦ σώματος ἡμῶν ἀναγκαῖα καὶ εὔχρηστά εἰσιν ὅλῳ τῷ σώματι · ἀλλὰ πάντα συμπνεῖ καὶ ὑποταγῇ μιᾷ χρῆται εἰς τὸ σώζεσθαι ὅλον τὸ σῶμα .