The application of the resurrection examples
1 Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι , εἰ ὁ δημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς , ὅπου καὶ δι᾿ ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ ; 2 λέγει γάρ που · Καὶ ἐξαναστήσεις με , καὶ ἐξομολογήσομαί σοὶ , καὶ · Ἐκοιμήθην καὶ ὕπνωσα , ἐξηγέρθην , ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ . 3 καὶ πάλιν Ἰὼβ λέγει · Καὶ ἀναστήσεις τὴν σάρκα μου ταύτην τὴν ἀναντλήσασαν ταῦτο πάντα .