Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 60

Prayer is continued

1  Σὺ γὰρ τὴν ἀέναον τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων ἐφανεροποίησας · σύ , κύριε , τὴν οἰκουμένην ἔκτισας , πιστὸς ἐν πάσαις ταῖς γενεαῖς , δίκαιος ἐν τοῖς κρίμασιν , θαυμαστὸς ἐν ἰσχύϊ μεγαλοπρεπείᾳ , σοφὸς ἐν τῷ κτίζειν καὶ συνετὸς ἐν τῷ τὰ γενόμενα ἑδράσαι , ἀγαθὸς ἐν τοῖς ὁρωμένοις καὶ χρηστὸς ἐν τοῖς πεποιθόσιν ἐπὶ σέ , ἐλεῆμον καὶ οἰκτίρμον , ἄφες ἡμῖν τὰς ἀνομίας ἡμῶν καὶ τὰς ἀδικίας καὶ τὰ παραπτώματα καὶ πλημμελείας . 2  μὴ λογίσῃ πᾶσαν ἁμαρτίαν δούλων σου καὶ παιδισκῶν , ἀλλὰ καθάρισον ἡμᾶς τὸν καθαρισμὸν τῆς σῆς ἀληθείας , καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν ἐν ὁσιότητι καρδίας προεύεσθαι καὶ ποιεῖν τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιόν σου καὶ ἐνώπιον τῶν ἀρχόντων ἡμῶν . 3  ναί , δέσποτα , ἐπίφανον τὸ πρόσωπόν σου ἐφ᾿ ἡμᾶς εἰς ἀγαθὰ ἐν εἰρήνῃ , εἰς τὸ σκεπασθῆναι ἡμᾶς τῇ χειρί σου τῇ κραταιᾷ καὶ ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας τῷ βραχίονί σου τῷ ὑψηλῷ , καὶ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν μισούντων ἡμᾶς ἀδίκως . 4  δὸς ὁμόνοιαν καὶ εἰρήνην ἡμῖν τε καὶ πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν , καθὼς ἔδωκας τοῖς πατράσιν ἡμῶν , ἐπικαλουμένων σὲ αὐτῶν ὁσίως ἐν πίστει καὶ ἀληθείᾳ , [ ὥστε σῴζεσθαι ἡμᾶς] ὑπηκόους γινομένους τῷ παντοκράτορι καὶ ἐνδόξῳ ὀνόματί σου , τοῖς τε ἄρχουσιν καὶ ἡγουμένοις ἡμῶν ἐπὶ τῆς γῆς .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era