Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 4

Remember the jealousy of Cain, Esau, and others

1  Γέγραπται γὰρ οὕτως · Καὶ ἐγένετο μεθ᾿ ἡμέρας , ἤνεγκεν Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ θεῷ , καὶ Ἄβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν . 2  καὶ ἐπεῖδεν θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ , ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν . 3  καὶ ἐλυπήθη Κάϊν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ αὐτοῦ . 4  καὶ εἶπεν θεὸς πρὸς Κάϊν · Ἱνατί1 περίλυπος ἐγένου , καὶ ἱνατί1 συνέπεσεν τὸ πρόσωπόν σου ; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς , ὀρθῶς δὲ μὴ διέλῃς , ἥμαρτες ; 5  ἡσύχασον · πρὸς σὲ ἀποστροφὴ αὐτοῦ , καὶ σὺ ἄρξεις αὐτοῦ . 6  καὶ εἶπεν Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ · Διέλθωμεν εἰς τὸ πεδίον . καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ , ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν . 7  ὁρᾶτε , ἀδελφοί , ζῆλος καὶ φθόνος ἀδελφοκτονίαν κατειργάσατο . 8  διὰ ζῆλος πατὴρ ἡμῶν Ἰακὼβ ἀπέδρα ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ . 9  ζῆλος ἐποίησεν Ἰωσὴφ μέχρι θανάτου διωχθῆναι καὶ μέχρι δουλείας εἰσελθεῖν . 10  ζῆλος φυγεῖν ἠνάγκασεν Μωϋσῆν ἀπὸ προσώπου Φαραὼ βασιλέως Αἰγύπτου ἐν τῷ ἀκοῦσαι αὐτὸν ἀπὸ τοῦ ὁμοφύλου . Τίς σὲ κατέστησεν κριτὴν δικαστὴν ἐφ᾿ ἡμῶν ; μὴ ἀνελεῖν με σὺ θέλεις , ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον ; 11  διὰ ζῆλος Ἀαρὼν καὶ Μαριὰμ ἔξω τῆς παρεμβολῆς ηὐλίσθησαν . 12  ζῆλος Δαθὰν καὶ Ἀβειρὼν ζῶντας κατήγαγεν εἰς ᾅδου διὰ τὸ στασιάσαι αὐτοὺς πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν . 13  διὰ ζῆλος Δαυείδ φθόνον ἔσχεν οὐ μόνον ὑπὸ τῶν ἀλλοφύλων , ἀλλὰ καὶ ὑπὸ Σαοὺλ βασιλέως Ἰσραὴλ ἐδιώχθη .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era