The good example of Abraham
1 Ἀβραάμ , ὁ φίλος προσαγορευθείς , πιστὸς εὑρέθη ἐν τῷ αὐτὸν ὑπήκοον γενέσθαι τοῖς ῥήμασιν τοῦ θεοῦ . 2 οὗτος δι᾿ ὑπακοῆς ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ , ὅπως γῆν ὀλίγην καὶ συγγένειαν ἀσθενῆ καὶ οἶκον μικρὸν καταλιπὼν κληρονομήσῃ τὰς ἐπαγγελίας τοῦ θεοῦ . λέγει γὰρ αὐτῷ · 3 Ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοὶ δείξω · καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα καὶ εὐλογήσω σὲ καὶ μεγαλυνῶ τὸ ὄνομά σου , καὶ ἔσῃ εὐλογημένος · καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σὲ καὶ καταράσομαι τοὺς καταταρωμένους σὲ , καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς . 4 καὶ πάλιν ἐν τῷ διαχωρισθῆναι αὐτὸν ἀπὸ Λὼτ εἶπεν αὐτῷ ὁ θεός . Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου , οὗ νῦν σὺ εἶ , πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν , ὅτι πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς , σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος . 5 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς · εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς , καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται . 6 καὶ πάλιν λέγει · Ἐξήγαγεν ὁ θεὸς τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ · Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας , εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς · οὕτως ἔσται τὸ σπέρμα σου . ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ , καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην . 7 διὰ πίστιν καὶ φιλοξενίαν ἐδόθη αὐτῷ υἱὸς ἐν γήρᾳ , καὶ δι᾿ ὑπακοῆς προσήνεγκεν αὐτὸν θυσίαν τῷ θεῷ πρὸς τὸ ὄρος ὃ ἔδειξεν αὐτῷ .