1 εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας , ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων ; 2 ἠρίθμησας δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ , ὠδῖνας δὲ αὐτῶν ἔλυσας ; 3 ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου ; ὠδῖνας αὐτῶν ἐξαποστελεῖς ; 4 ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν , πληθυνθήσονται ἐν γενήματι , ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς .
5 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον , δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν ; 6 ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα · 7 καταγελῶν πολυοχλίας πόλεως , μέμψιν δὲ φορολόγου οὐκ ἀκούων 8 κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ .
9 βουλήσεται δέ σοὶ μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου ; 10 δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ , ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ ; 11 πέποιθας δὲ ἐπ᾿ αὐτῷ , ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ , ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου ; 12 πιστεύσεις δὲ ὅτι ἀποδώσει σοὶ τὸν σπόρον , εἰσοίσει δέ σου τὸν ἅλωνα ;
13 πτέρυξ τερπομένων νεελασά , ἐὰν συλλάβῃ ἀσίδα καὶ νέσσα · 14 ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει 15 καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει · 16 ἀπεσκλήρυνεν τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτῇ , εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου · 17 ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει . 18 κατὰ καιρὸν ἐν ὕψει ὑψώσει , καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ .
19 ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν , ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον ; 20 περιέθηκας δὲ αὐτῷ πανοπλίαν , δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ ; 21 ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ , ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ · 22 συναντῶν βέλει καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου · 23 ἐπ᾿ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα , 24 καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ · 25 σάλπιγγος δὲ σημαινούσης λέγει Εὖγε , πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ .
26 ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον ; 27 ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός , γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται 28 ἐπ᾿ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ ; 29 ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα , πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν · 30 νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι , οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες , παραχρῆμα εὑρίσκονται .