Car Repair Manuals

Job

Ἰὼβ

Chapter 38

1  Μετὰ δὲ τὸ παύσασθαι Ἐλιουν τῆς λέξεως εἶπεν κύριος τῷ Ιὼβ διὰ λαίλαπος καὶ νεφῶν

2  Τίς οὗτος κρύπτων με βουλήν , συνέχων δὲ ῥήματα ἐν καρδίᾳ , ἐμὲ δὲ οἴεται κρύπτειν ; 3  ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου , ἐρωτήσω δέ σὲ , σὺ δέ μοι ἀποκρίθητι .

4  ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν ; ἀπάγγειλον δέ μοι , εἰ ἐπίστῃ σύνεσιν . 5  τίς ἔθετο τὰ μέτρα αὐτῆς , εἰ οἶδας ; τίς ἐπαγαγὼν σπαρτίον ἐπ᾿ αὐτῆς ; 6  ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν ; τίς δέ ἐστιν βαλὼν λίθον γωνιαῖον ἐπ᾿ αὐτῆς ; 7  ὅτε ἐγενήθησαν ἄστρα , ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου . 8  ἔφραξα ἔφραξα δὲ θάλασσαν πύλαις , ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη · 9  ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν , ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα · 10  ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας · 11  εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ , ἀλλ᾿ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα .

12  ἐπὶ σου συντέταχα φέγγος πρωινόν , ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν 13  ἐπιλαβέσθαι πτερύγων γῆς , ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς ; 14  σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς ; 15  ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς , βραχίονα δὲ ὑπερηφάνων συνέτριψας ;

16  ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης , ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας ; 17  ἀνοίγονται δέ σοὶ φόβῳ πύλαι θανάτου , πυλωροὶ δὲ ᾅδου ἰδόντες σὲ ἔπτηξαν ; 18  νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν ; ἀνάγγειλον δή μοι πόση τίς ἐστιν .

19  ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς , σκότους δὲ ποῖος τόπος ; 20  εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν ; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν ; 21  οἶδα ἄρα ὅτι τότε γεγέννησαι , ἀριθμὸς δὲ ἐτῶν σου πολύς .

22  ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος , θησαυροὺς δὲ χαλάζης ἑόρακας . 23  ἀπόκειται δέ σοὶ εἰς ὥραν ἐχθρῶν , εἰς ἡμέραν πολέμου καὶ μάχης . 24  πόθεν δὲ ἐκπορεύεται πάχνη διασκεδάννυται νότος εἰς τὴν ὑπ᾿ οὐρανόν ; 25  τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν , ὁδὸν δὲ κυδοιμῶν 26  τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ , ἔρημον , οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ , 27  τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης ;

28  τίς ἐστιν ὑετοῦ πατήρ ; τίς δέ ἐστιν τετοκὼς βώλους δρόσου ; 29  ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται κρύσταλλος ; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν , 30  καταβαίνει ὥσπερ ὕδωρ ῥέον ; πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν ;

31  συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὀρίωνος ἤνοιξας ; 32  διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά ; 33  ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ τὰ ὑπ᾿ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα ; 34  καλέσεις δὲ νέφος φωνῇ , καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου ; 35  ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορπορεύσονται ; ἐροῦσιν δέ σοὶ Τί ἐστιν ; 36  τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ποικιλτικὴν ἐπιστήμην ; 37  τίς δὲ ἀριθμῶν νέφη σοφίᾳ , οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν ; 38  κέχυται δὲ ὥσπερ γῆ κονία , κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον .

39  θηρεύσεις δὲ λέουσιν βοράν , ψυχὰς δὲ δρακόντων ἐμπλήσεις ; 40  δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν , κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες . 41  τίς δὲ ἡτοίμασεν κόρακι βοράν ; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era