1 πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ ; 2 ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ . 3 οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς , νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν . 4 ἐὰν κοιμηθῶ , λέγω Πότε ἡμέρα ; ὡς δ᾿ ἂν ἀναστῶ , πάλιν Πότε ἑσπέρα ; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί . 5 φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων , τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων . 6 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς , ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι . 7 μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν . 8 οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με · οἱ ὀφθαλμοί σου ἐν ἐμοί , καὶ οὐκέτι εἰμὶ . 9 ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ᾿ οὐρανοῦ . ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην , οὐκέτι μὴ ἀναβῇ 10 οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον , οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ . 11 ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου , λαλήσω ἐν ἀνάγκῃ ὤν , ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος .
12 πότερον θάλασσά εἰμι ἢ δράκων , ὅτι κατέταξας ἐπ᾿ ἐμὲ φυλακήν ; 13 εἶπα ὅτι Παρακαλέσει με ἡ κλίνη μου , ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου · 14 ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις . 15 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου , ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου . 16 οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι , ἵνα μακροθυμήσω · ἀπόστα ἀπ᾿ ἐμοῦ , κενὸς γάρ μου ὁ βίος . 17 τί γάρ ἐστιν ἄνθρωπος , ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν 18 ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωῒ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς ; 19 ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προΐῃ με , ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ ; 20 εἰ ἐγὼ ἥμαρτον , τί δύναμαί σοὶ πρᾶξαι , ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων ; διὰ τί ἔθου με κατεντευκτήν σου , εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον ; 21 καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου ; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι , ὀρθρίζων δὲ οὐκέτι εἰμί .