1 Μετὰ τοῦτο ἤνοιξεν Ιὼβ τὸ στόμα αὐτοῦ 2 καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων
3 Ἀπόλοιτο ἡ ἡμέρα , ἐν ᾗ ἐγεννήθην , καὶ ἡ νύξ , ἐν ᾗ εἶπαν Ἰδοὺ ἄρσεν . 4 ἡ ἡμέρα ἐκείνη εἴη σκότος , καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν , μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος · 5 ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου , ἐπέλθοι ἐπ᾿ αὐτὴν γνόφος . 6 καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη , ἀπενέγκαιτο αὐτὴν σκότος · μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν · 7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη , καὶ μὴ ἔλθοι ἐπ᾿ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή · 8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι . 9 σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης , ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα , 10 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου · ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου .
11 διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα , ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην ; 12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα ; ἵνα τί δὲ μαστοὺς ἐθήλασα ; 13 νῦν ἂν κοιμηθεὶς ἡσύχασα , ὑπνώσας δὲ ἀνεπαυσάμην 14 μετὰ βασιλέων βουλευτῶν γῆς , οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν , 15 ἢ μετὰ ἀρχόντων , ὧν πολὺς ὁ χρυσός , οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου , 16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι , οἳ οὐκ εἶδον φῶς . 17 ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς , ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι · 18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου · 19 μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ .
20 ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς , ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς ; 21 οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς , 22 περιχαρεῖς δὲ ἐγένοντο , ἐὰν κατατύχωσιν . 23 θάνατος ἀνδρὶ ἀνάπαυμα , συνέκλεισεν γὰρ ὁ θεὸς κατ᾿ αὐτοῦ · 24 πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει , δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ · 25 φόβος γάρ , ὃν ἐφρόντισα , ἦλθέν μοι , καὶ ὃν ἐδεδοίκειν , συνήντησέν μοι . 26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην , ἦλθεν δέ μοι ὀργή .