1 Ὑπολαβὼν δὲ Ιὼβ λέγει τῷ κυρίῳ 2 Οἶδα ὅτι πάντα δύνασαι , ἀδυνατεῖ δέ σοὶ οὐθέν . 3 τίς γάρ ἐστιν ὁ κρύπτων σὲ βουλήν ; φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν ; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν , μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην ;
4 ἄκουσον δέ μου , κύριε , ἵνα κἀγὼ λαλήσω · ἐρωτήσω δέ σὲ , σὺ δέ με δίδαξον . 5 ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον , νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σὲ · 6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην , ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν .
7 Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ιὼβ εἶπεν ὁ κύριος Ἑλιφὰς τῷ Θαιμανίτῃ Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου · οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ιώβ . 8 νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορπορεύθητε πρὸς τὸν θεράποντά μου Ιώβ , καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν · Ιὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν , ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι · εἰ μὴ γὰρ δι᾿ αὐτόν , ἀπώλεσα ἂν ὑμᾶς · οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιώβ .
9 ἐπορεύθη δὲ Ἑλιφὰς ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος , καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιώβ .
10 ὁ δὲ κύριος ηὔξησεν τὸν Ιώβ · εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν · ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιὼβ εἰς διπλασιασμόν . 11 ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου · φαγόντες δὲ καὶ πιόντες παρ᾿ αὐτῷ παρεκάλεσαν αὐτόν , καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν , οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος · ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον .
12 ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιὼβ ἢ τὰ ἔμπροσθεν · ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια , κάμηλοι ἑξακισχίλιαι , ζεύγη βοῶν χίλια , ὄνοι θήλειαι νομάδες χίλιαι . 13 γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς · 14 καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν , τὴν δὲ δευτέραν Κασίαν , τὴν δὲ τρίτην Ἀμαλθείας κέρας · 15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾿ οὐρανόν · ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς .
16 ἔζησεν δὲ Ιὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα , τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ · καὶ εἶδεν Ιὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν · 17 καὶ ἐτελεύτησεν Ιὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν . 17a γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ κύριος ἀνίστησιν .
17b Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας , προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ἰωβάβ · 17c λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν , ᾧ ὄνομα Ἐννών , ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρέ , τῶν Ἡσαῦ υἱῶν υἱός , μητρὸς δὲ Βοσόρρας , ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἁβραάμ . 17d καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ , ἧς καὶ αὐτὸς ἦρξεν χώρας · πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ , καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά · μετὰ δὲ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ιώβ · μετὰ δὲ τοῦτον Ασὸμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας · μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ , καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ . 17e οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι · Ἑλιφὰς τῶν Ἡσαῦ υἱῶν Θαιμανὼν βασιλεύς , Βαλδὰδ ὁ Σαυχαίων τύραννος , Σωφὰρ ὁ Μιναίων βασιλεύς .