1 Ὑπολαβὼν δὲ Ἑλιφὰς ὁ Θαιμανίτης λέγει
2 Μὴ πολλάκις σοὶ λελάληται ἐν κόπῳ ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει ; 3 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας 4 ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας , 5 νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου , σὺ δὲ ἐσπούδασας . 6 πότερον οὐχ ὁ φόβος σου ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τῆς ὁδοῦ σου ; 7 μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο . 8 καθ᾿ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα , οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς . 9 ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται , ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται .
10 σθένος λέοντος , φωνὴ δὲ λεαίνης , γαυρίαμα δὲ δρακόντων ἐσβέσθη · 11 μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν , σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους . 12 εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου , οὐθὲν ἄν σοὶ τούτων κακὸν ἀπήντησεν . πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ ; 13 φόβοι δὲ καὶ ἠχὼ νυκτερινή , ἐπιπίπτων φόβος ἐπ᾿ ἀνθρώπους , 14 φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν , 15 καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν , ἔφριξαν δέ μου τρίχες καὶ σάρκες . 16 ἀνέστην , καὶ οὐκ ἐπέγνων · εἶδον , καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου , ἀλλ᾿ ἢ αὔραν καὶ φωνὴν ἤκουον 17 Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ ; 18 εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει , κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν ,
19 τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας , ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν , ἔπαισεν αὐτοὺς σητὸς τρόπον · 20 καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν , παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο · 21 ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν , ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν .